Εκτύπωση

Τῷ καιρῷ εκείνω, ἐπηρώτησεν τὸν Ἰησοῦν εἷς τῶν Φαρισαίων, νομικός, πειράζων αὐτὸν καὶ λέγων· διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; Ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου. Αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή. Δευτέρα δὲ ὁμοία αὐτῇ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.

Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς λέγων· τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; λέγουσιν αὐτῷ· τοῦ Δαυῒδ.

Λέγει αὐτοῖς· πῶς οὖν Δαυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων, εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;

Εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι; Καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον, οὐδὲ ἐτόλμησέ τις ἀπ᾿ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

 

Ἀπόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, ἕνας ἀπὸ τοὺς Φαρισαίους, νομικός, ἐρώτησε τὸν Ἰησοῦ μὲ σκοπὸν νὰ τὸν πειράξῃ, «Διδάσκαλε, ποιὰ ἐντολὴ μεγάλη ὑπάρχει εἰς τὸν Νόμον;». Αὐτὸς δὲ τοῦ εἶπε, «Νὰ ἀγαπήσῃς Κύριον τὸν Θεόν σου μὲ ὅλην σου τὴν καρδιὰ καὶ μὲ ὅλην σου τὴν ψυχὴν καὶ μὲ ὅλον σου τὸν νοῦν». Αυτὴ εἶναι ἡ πρώτη καὶ μεγάλη ἐντολή. Δεύτερη ὅμοια μὲ αὐτήν, εἶναι τὸ, Νὰ ἀγαπήσῃς τὸν πλησίον σου ὅπως τὸν ἑαυτόν σου.

Ἀπὸ αὐτὰς τὰς δύο ἐντολὰς ἐξαρτῶνται ὅλος ὁ νόμος καὶ οἱ προφῆται». Ἐνῷ δὲ ἦσαν μαζεμένοι οἱ Φαρισαῖοι, τοὺς ἐρώτησε ὁ Ἰησοῦς, «Τὶ φρονεῖτε διὰ τὸν Χριστόν; Ποίου εἶναι υἱός;». Λέγουν εἰς αὐτὸν, «Τοῦ Δαυΐδ».

Αὐτὸς τοὺς λέγει, «Πῶς λοιπὸν ὁ Δαυΐδ, ἐμπνευσμένος ἀπὸ τὸ Πνεῦμα, τὸν ὀνομάζει Κύριον καὶ λέγει, «Εἶπε ὁ Κύριος εἰς τὸν Κύριόν μου, Κάθησε εἰς τὰ δεξιά μου, ἕως ὅτου κάνω τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδιῶν σου»;

Ἐὰν λοιπὸν ὁ Δαυΐδ, τὸν ὀνομάζῃ Κύριον, πῶς εἶναι δυνατὸν νὰ εἶναι υἱός του; Καὶ κανεὶς δὲν ἦτο εἰς θέσιν νὰ τοῦ ἀποκριθῇ ἕνα λόγον, οὔτε ἐτόλμησε κανεὶς ἀπὸ ἐκείνην τὴν ἡμέραν νὰ τὸν ἐρωτήσῃ πλέον.