Ἀπολυτίκιον μεθεόρτιον Προδρόμου. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς πάντων ὑπέρτερος, τῶν Προφητῶν ἀληθῶς, αὐτόπτης καὶ Πρόδρομος, τῆς παρουσίας Χριστοῦ, Προφῆτα γεγένησαι· ὅθεν καὶ παρ’ Ἡρώδου, ἐκτμηθείς σου τὴν Κάραν, ἔδραμες τοῖς ἐν Ἅδῃ, προκηρύξαι τὸ λύτρον· διὸ σὲ Ἰωάννη Βαπτιστά, πόθῳ γεραίρομεν.

Κοντάκιον μεθεόρτιον τοῦ Προδρόμου. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Τῆς ἁγνοίας Πρόδρομε, τῷ οὐρανίῳ σου βίῳ, τὰς ἐνθέους χάριτας, ὡς ἔσοπτρον ἀπαστράπτων, ἤλεγξας, παρανομήσαντα βασιλέα· ἤνεγκας, τὸν διὰ ξίφους θάνατον χαίρων· διὰ τοῦτό σοι βοῶμεν· χαίροις Προφῆτα, καὶ Βαπτιστὰ τοῦ Χριστοῦ.

Μεγαλυνάριον μεθεόρτιον τοῦ Προδρόμου.
Κάραν ἐκτμηθείς σου ὦ Βαπτιστά, ἔδραμες ἐν Ἅδῃ, οἷα Πρόδρομος τοῦ Χριστοῦ, τοῖς ἐκεῖ δεσμώταις, τὴν λύτρωσιν κηρύττων. Ἀλλὰ τοὺς σὲ τιμῶντας, φρούρει καὶ φύλαττε.

footer2


Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ